Ancient Greek
P.Oxy. 56 3873
Documentary Papyri, P.Oxy. 56 3873
Not analysed yet
παρακαλῶ τὸν ἐμὸν δεσπότην εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν γράψαι τῷ τε κοινῷ δεσπότῃ καὶ ἐμοὶ τῷ δούλῳ αὐτοῦ περὶ τῶν πεμφθέντων ὑμῖν γραμμάτων χθές, ἐπειδὴ πάνυ μεριμνᾷ ὁ κοινὸς δεσπότης περὶ τούτου. ἀλλὰ διὰ τὸν θεὸν εὐθέως γράψῃ ἡμῖν ὁ ἐμὸς δεσπότης, ἐπειδή, ὡς εἶπον, πάνυ ὀλιγωρεῖ διὰ τὴν πεμφθεῖσαν ὑμῖν ἔσωθεν τῶν γραμμάτων ἐπιστολὴν Μηνᾶ τοῦ ὀσπριγίτου. διὰ γὰρ ταύτην τὴν αἰτίαν ἔπεμψα τὸν παρόντα ἱπποκόμον . …