Ancient Greek
P.Oxy. 56 3872
Documentary Papyri, P.Oxy. 56 3872
Not analysed yet
τοῦ θεοῦ συμμαχοῦντος καὶ τῶν ἁγίων κατελάβαμεν τὴν Ἀλεξανδρέων πολὺ πάνυ χειμασθέντες καὶ ηὔραμεν Βελισάριον τὸν μαγιστριανὸν πεμφθέντα μετὰ ἀποκρίσεων παρὰ τοῦ κοινοῦ ἡμῶν δεσπότου καὶ ἀνεμείναμεν ἵνα ἐν τῷ ἅμα ἐξέλθωμεν πρὸς τὸν θεοφύλακτον ἡμῶν δεσπότην, καὶ ἐλπίζομεν πάλιν καταλαμβανόντων ἡμῶν Βαβυλῶνα πάλιν γράφομεν πρὸς τὸν δεσπότην μου. πάντα γὰρ τὰ κινηθέντα εἰς τὸ μέγα ἐξέρκετον καὶ ἐν Κωνσταντίνου πόλει ἤδη ἐγράψαμεν ὑμῖν. ὁ κύριος τῆς δόξης ἀξιώσῃ με καὶ αὐταῖς ὄψεσιν ἀσπάσασθαι τὰ ἴχνη τοῦ ἐμοῦ δεσπότου . ἰδίῳ μου ἀγαθῷ δεσπότῃ τὰ πάντα λαμπροτάτῳ Θεοδώρῳ …