Ancient Greek
P.Oxy. 57 3904
Documentary Papyri, P.Oxy. 57 3904
Not analysed yet
…ἄρουραν α ὥστε ἐπὶ τὸ αὐτὸ ἄρουραι γ 𐅷ἃς σπείρομεν τῶι ἐνεστῶτι γ ἔτει πυρῷ δαπανῶντες κατʼ ἄρουραν εἰς σπέρματα πυροῦ ἀρτάβην α, ἀξιοῦμεν τὰς συναγομένας πυροῦ ἀρτάβας γ 𐅷ἐπισταλῆναι διὰ σιτολόγων Σενεκελεύ, ἃς καὶ καταθήσομεν εἰς τὴν γῆν καὶ ἐκ νέων ἀποδώσομεν τὰς ἴσας ἅμα τοῖς τῆς γῆς δημοσίοις καὶ ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν ἕκαστα ποιήσειν ὡς πρόκειται. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ιζ. Πλουτιάδης Πτολεμαίου καὶ Διογένης Νεχθενίβιος ἐπιδεδώκαμεν καὶ ὀμωμόκαμεν τὸν ὅρκον. Βάκχιος Χαιρήμονος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Πεκῦσις Διογένους συνομώμοκα τὸν ὅρκον. Ἀπολλ καὶ οἱ λοιποὶ οἱ διεξάγοντες τὰ κατὰ τὴν κωμογραμματείαν κώμης Κερκεθύρεως διὰ Θέωνος ὑπογραφέως ἀναγρ ὡς πρόκειται. ἄρουραι γ 𐅷.