Ancient Greek
P.Oxy. 57 3905
Documentary Papyri, P.Oxy. 57 3905
Not analysed yet
Δίωι στρατηγῷ παρὰ Νουμηνίου τοῦ καὶ Πανεχώτου Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Διεεῦτος ὡς ἐτῶν ιζ ἀσήμου καὶ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου τοῦ καὶ Τοτοέως μητρὸς …η ὡς ἐτῶν ογ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Τοτοέως …μητρὸς Σεναπολλωνίας ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἱππολύτου Πιταίου τοῦ Πιταίου μητρὸς Φιλοῦτος ὡς ἐτῶν λϛ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Πασαλύμιος Φιλήμονος τοῦ Σκύλακος μητρὸς Ἠλεῖτος ὡς ἐτῶν ο οὐλὴ δακτύλῳ …ρι χιρι καὶ Ὥρου Πεμσύνιος τοῦ Ἀξ…υ μητρὸς Τεθεῦτος ὡς ἐτῶν με οὐλὴ γόνατι δεξιῷ καὶ Ὥρου Παράιτος τοῦ Παράιτος μητρὸς Σοήρεως ὡς ἐτῶν ξα οὐλὴ μετώπῳ καὶ Νάριδος Λιλλάιτος τοῦ Κολλούθου μητρὸς Δημᾶτος ὡς ἐτῶν μ οὐλὴ μετώπῳ καὶ Τανεσνεῦτος Πετεμίνιος μητρὸς Θερμ μετὰ κυρίου Ἡρᾶτος τοῦ Ἡρᾶτος τοῦ Ἀπολλωνίου πάντων τῶν ἀπὸ κώμης Πέλα. ἐπεὶ γεωργοῦμεν περὶ Μ…ου ἐκ τοῦ Πυθέου καὶ ἄλλων κλήρων με… Ἀπολλω τοῦ Ἀπολλω με… ὁ μὲν Νουμῆνις ὁ καὶ Πανεχώτης εἰς τὸν πατέρα τετελευτηκότα ἄρουραν α καὶ ὁ Ἀπολλῶνις ὁμοίως ἄρουραν α καὶ ὁ Ἱππόλυτος ὁμοίως ἄρουραν α καὶ ὁ Πασαλῦμις ὁμοίως ἀρούρης 𐅵καὶ ὁ Ὧρος Πεμσύνιος ὁμοίως ἀρούρης 𐅵καὶ ὁ Ὧρος Παράιτος ὁμοίως ἄρουραν α καὶ ὁ Νάρις …τ καὶ Κολλούθου ἀδελφοῦ ἄρουραν α καὶ ἡ Τανεσνεῦς εἰς …σοινι…τ α…λ…λ ἄρουραν α γίνονται ἄρουραι ζ καὶ ὁ Τοτοῆς μέτοχος Δαμᾶτος Δεξ ἀρούρης 𐅵γίνονται ἐπὶ τὸ αὐτὸ ἄρουραι ζ 𐅵τελοῦσαι κατʼ ἄρουραν οὐκ ἔλασσον πυροῦ ἀρταβῶν β 𐅵καὶ ταύτας σπείρομεν τῷ ἐνεστῶτι γ ἔτει Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ πυρῷ καὶ δαπανῶμεν κατʼ ἄρουραν εἰς σπέρματα πυροῦ ἀρτάβην α, ἀξιοῦμεν …ανωμ εἰς σπέρματα πυροῦ ἀρτάβας ζ 𐅵ἐπισταλῆναι …διὰ Παχόιτος καὶ τῶν μετόχων σιτολόγων …κωμ ἃς καὶ καταθήσομεν εἰς τὴν γῆν …