Ancient Greek
P.Oxy. 57 3910
Documentary Papyri, P.Oxy. 57 3910
Not analysed yet
Δίωι στρατηγῶι Ὀξυρυγχίτου παρὰ Ἀπολλωνίου τοῦ καὶ Ἁτρῆτος Κολλούθου καὶ Ἀπολλωνίας τῆς Ἀπολλωνίου καὶ Ἠλεῖτος τῆς Ἀπίωνος ἀμφοτέρων μετὰ κυρίου τοῦ προγεγραμμένου Ἀπολλωνίου τοῦ καὶ Ἁτρῆτος Κολλούθου τοῦ Ἀπολλωνίου καὶ Μελεῖτος τῆς Πτόλλιδος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Ἁρβίχιος Πασαλύμιος πρεσβυτέρου πάντων τῶν ἀπὸ κώμης Πέλα τῆς πρὸς λίβα τοπαρχίας. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Πομπηίου Πλάντα ἐμετρήσαμεν εἰς τὸ δημόσιον συναγοραστικοῦ πυροῦ γενήματος τοῦ διελθόντος …ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ὁ μὲν Ἀπολλώνιος ὁ καὶ Ἁτρῆς Κολλούθου ……Πέλα ……ιδι… …ἀρτάβ α η …α γίνονται ἄρταβαι β …