Ancient Greek
P.Oxy. 57 3909
Documentary Papyri, P.Oxy. 57 3909
Not analysed yet
…ἐπʼ ὀνόματος θατρῆτος Διογένους μητρὸς Τανεχώτιδος ἐκ τοῦ Ταρουθίνου καὶ Παρμενίωνος ἄρουραν α ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ ἀρούρας γ 𐅷,σπειρομένας τῷ ἐνεστῶτι γ ἔτει πυρῷ, δαπανῶσι κατʼ ἄρουραν σπερμάτων πυροῦ ἀρτάβην α τὰς συναγομένας πυροῦ καθαροῦ ἀδόλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ δμηοσίῳ ἀρτάβας γ 𐅷,ἃς καὶ καταθήσονται εἰς τὴν γῆν ἐπακολουθούντων τῶν εἰωθότων μηδενὸς ὑπολογουμένου εἰς ὀφειλὴν ἢ εἰς ἕτερόν τι καὶ ἐκ νέων ἀποδώσουσι τὰς ἴσας ἅμα τοῖς τῆς γῆς δημοσίοις, παρʼ ὧν καὶ λάβετε τὴν καθήκουσαν ἀποχὴν δισσὴν ὧν τὴν ἑτέραν ἐμοὶ ἀναδώσετε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ιζ.