Ancient Greek
P.Oxy. 58 3918
Documentary Papyri, P.Oxy. 58 3918
Not analysed yet
παρὰ Σαραπίωνος τοῦ καὶ Εὐσεβοῦς Σαραπίωνος Ματιδείου τοῦ καὶ Θεσμοφορείου. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Τινηίου Δημητρίου τοῦ λαμπροτάτου ἡγεμόνος καὶ Αὐρηλίου Οὐηριανοῦ τοῦ ἡγεμονεύσαντος πρὸς τὴν τοῦ διελθόντος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν τὴν ὑπάρχουσάν μοι ἐπὶ κώμῃ Τανάι ἐν τοῖς ἀπὸ νότου καὶ ἀπηλιώτου μέρεσι τῆς αὐτῆς κώμης οἰκίαν καὶ αἴθριον καὶ καμάρας καὶ αὐλὴν καὶ ὀμνύω τὴν Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …