Ancient Greek
P.Oxy. 58 3919
Documentary Papyri, P.Oxy. 58 3919
Not analysed yet
Σαραπίων Σαραπίωνι τῷ υἱῷ χαίρειν. διεπεμψάμην σοι διὰ τοῦ ἀδελφοῦ σου δραχμὰς ιϛ, ὅπως ἀπαρτίσῃς μοι τὴν ιϛ. ἐὰν οἷον ᾖ καὶ τῷ ἀδελφῷ σου λάμβανε παρὰ τῆς μητρός σου τὰς ἴσας δραχμὰς ιϛ, καὶ διαπέμψομαι αὐτῇ. ἐὰν ᾖς λαβὼν τὰς δραχμὰς ρ, δὸς αὐτῇ. ἐὰν δὲ μή, πέμψον μοι, ὅπως ἀναβὰς αἰτήσω ἐγώ. ἔρρωσο. ….