Ancient Greek
P.Oxy. 58 3921
Documentary Papyri, P.Oxy. 58 3921dupl
Not analysed yet
παρὰ Αὐρηλίου Ἱέρακος Σαραπίωνος μητρὸς Ταυσορηοῦτος ἐπιτρόπου ἀφηλίκων τέκνων Ἰσιδώρου Ἀχιλλᾶτος Αὐρηλίων Βερενεικιανοῦ τοῦ καὶ Ἀγαθοῦ Δαίμονος καὶ Σαραπιάδου τοῦ καὶ Ποσειδωνίου καὶ παρὰ Νεικαροῦτος μητρὸς καὶ παρακολουθητρίας τῶν αὐτῶν ἀφηλίκων ἀκολούθως διαθήκῃ τῇ καὶ λυθείσῃ τῷ διεληλυθότι β ἔτει Μεχείρ. λόγος λημμάτων καὶ ἀναλωμάτων τῶν ἀπὸ Φαμενὼθ τοῦ διελθόντος α ἔτους ἕως Μεχεὶρ τοῦ ἐνεστῶτος β ἔτους λήμματος μέν, διαφόρου ἀργυρίου δραχμῶν δισχιλίων πεντήκοντα ἓξ ,ὡς τοῦ μηνὸς δραχμῶν εἴκοσι, ἀπὸ Φαμενὼθ τοῦ διελθόντος α ἔτους ἕως Μεχεὶρ τοῦ ἐνεστῶτος β ἔτους μηνῶν ιβ δραχμαὶ σμ ἐνοικίου οἰκίας ὁμοίως μηνῶν ιβ δραχμαὶ ρκ μισθῶν παιδὸς γερδιαίνης ἀπὸ Θὼθ τοῦ ἐνεστῶτος β ἔτους ἕως Μεχεὶρ μηνῶν ϛ τοῦ μὲν Θὼθ δραχμαὶ κ καὶ ἀπὸ Φαῶφι ἕως Μεχεὶρ μηνῶν ε ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ ρκ γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ λήμματος δραχμαὶ φ ἐξ ὧν ἀναλώματος τροφείων ἀφήλιξι τῶν ἀπὸ Φαμενὼθ τοῦ διελθόντος α ἔτους ἕως Μεχεὶρ τοῦ ἐνεστῶτος β ἔτους τῶν μὲν ἀπὸ Φαμενὼθ ἕως Ἁθὺρ μηνῶν θ ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ σιϛ καὶ τῶν Χύακ Τῦβι μηνῶν β ὡς τοῦ μηνὸς δραχμαὶ λβ δραχμαὶ ξδ καὶ ὑπὲρ τοῦ Μεχεὶρ δραχμαὶ μ ἱματισμοῦ τοῦ ἐνεστῶτος β ἔτους δραχμαὶ ξ ὑπὲρ ἐνοικίου τόπου ἑνὸς ἐν οἰκίᾳ αὐτῶν τῶν ἀπὸ Θὼθ τοῦ ἐνεστῶτος ἔτους ἕως Μεχεὶρ μηνῶν ϛ δραχμαὶ ιϛ γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἀναλώματος δραχμαὶ τϙϛ λοιπαὶ λημμάτων τῶν προκειμένων προστιθέμεναι τῷ κεφαλαίῳ ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος β ἔτους δραχμαὶ ρδ, ὡς εἶναι κεφαλαίου ἐπὶ τὸ αὐτὸ δραχμαὶ δισχίλιαι ἑκατὸν ἑξήκοντα, γίνονται δραχμαὶ Βρξ αἳ καὶ λοιπογραφούμεναι παρʼ ἐμοὶ τῷ Ἱέρακι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαμενώθ. Αὐρήλιος Ἱέραξ Σαραπίωνος κατεχώρισα Αὐρηλία Νεικαροῦς παρακολουθήτρια συνκατεχώρισα Αὐρήλιος Ἀμμωνιανὸς Ἀπολλωνίου ἐπιγέγραμμαι αὐτῆς κύριος αἰτηθεὶς ὑπʼ αὐτῆς καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.