Ancient Greek
P.Oxy. 58 3922
Documentary Papyri, P.Oxy. 58 3922dupl
Not analysed yet
…μισθῶν παιδὸς γερδιαίνης ἀπὸ Θὼθ τοῦ ἐνεστῶτος β ἔτους ἕως Μεχεὶρ μηνῶν ϛ τοῦ μὲν Θὼθ δραχμαὶ κ καὶ ἀπὸ Φαῶφι β ἔτους ἕως Μεχεὶρ μηνῶν ε ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ ρκ καὶ ὁμοίως ἀπὸ Θὼθ ἕως Μεχεὶρ μηνῶν ϛ ἐνοικίου δραχμαὶ ξ, γίνονται δραχμαὶ φ ἐξ ὧν ἀναλώματος τροφείων ἀφήλιξι τῶν ἀπὸ Φαμενὼθ α ἔτους ἕως Ἁθὺρ μηνῶν θ ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ χιϛ καὶ ὁμοίως τοῦ Χύακ καὶ Τῦβι μηνῶν δύο ὡς τοῦ μηνὸς δραχμαὶ λβ δραχμαὶ ξδ καὶ ὑπὲρ τοῦ Μεχεὶρ δραχμαὶ μ ἱματισμοῦ β ἔτους δραχμαὶ ξ ἐνοικίου τόπου ἑνὸς ἐν τῇ αὐτῶν μηνῶν ϛ ἀπὸ Θὼθ β ἔτους ἕως Μεχεὶρ δραχμαὶ ιϛ, γίνονται δραχμαὶ τϙϛ. λοιπαὶ λημμάτων τῶν προκειμένων προστιθέμεναι τῷ κεφαλαίῳ ἀπὸ Φαμενὼθ β ἔτους δραχμαὶ ρδ ὡς εἶναι κεφαλαίου ἐπὶ τὸ αὐτὸ δραχμαὶ Βρξ αἳ καὶ λοιπογραφούμεναι παρʼ ἐμοί.