Ancient Greek
P.Oxy. 58 3929
Documentary Papyri, P.Oxy. 58 3929
Not analysed yet
τοῖς ἀναδοθεῖσι ἐπὶ θυσιῶν κώμης Θώσβεως παρὰ Αὐρηλίου Ἀμόϊτος χρηματίζοντος μητρὸς Τααμόϊτος ἀπὸ κώμης Θώσβεως. ἀεὶ μὲν θύων καὶ σπένδων τοῖς θεοῖς διετέλουν, ἐπεὶ δὲ καὶ νῦν ἐνώπιον ὑμῶν κατὰ τὰ κελευσθέντα ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην ἅμα τῇ μητρί μου Τααμόϊτι καὶ τῇ ἀδελφῇ μου Τααρπαήσιος, αὐτὸ τοῦτο ἀξιῶ ὑποσημειώσασθαί μοι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἐπεὶφ …Αὐρήλιος Ἀμόϊς ἐπιδέδωκα. Αυρήλιος …ίων ἔγραψα ὑπὲρ …ἀπογραφὴ Ἀμοϊτᾶ μητρὸς Τααμόϊτος.