Ancient Greek
P.Oxy. 58 3930
Documentary Papyri, P.Oxy. 58 3930
Not analysed yet
Αὐρήλιος Ἀπολλώνιος γενόμενος ὑπομνηματογράφος στρατηγὸς Ὀξυρυγχίτου κληρονόμοις Ἡρακλείδου Σαραπίωνος ἐξηγητοῦ τοῖς φιλτάτοις χαίρειν. ἡ κρατίστη βουλὴ διὰ Αὐρηλίου Ἀσκληπιάδου γενομένου ὑπομνηματογράφου ἐνάρχου πρυτάνεως διʼ ὧν μοι ἐπέστειλεν ἐδήλωσεν δεῖν ὑμᾶς ἄρχειν τὸν τῆς ἐξηγητείας στέφανον ἀπὸ …ἕως ιζ τοῦ ὄντος μηνὸς Φαρμοῦθι. ἵνʼ οὖν εἰδῆται καὶ τῶν τῇ ἀρχῇ διαφερόντων πρόνοιαν ποιήσησθε, ἐπιστέλλεται ὑμῖν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους ϛ τοῦ κυρίου ἡμῶν Διοκλητιανοῦ καὶ ε ἔτους τοῦ κυρίου ἡμῶν Μαξιμιανοῦ Σεβαστῶν, Φαρμοῦθι ϛ. …λης ὑπηρέτης ἐπήνεγκα. ἔτους ϛ καὶ ε Φαρμοῦθι ϛ.