Ancient Greek
P.Oxy. 58 3932
Documentary Papyri, P.Oxy. 58 3932
Not analysed yet
…ἐδεξάμην τὰ γράμματα τῆς σῆς μητρικῆς εὐνοίας διὰ τοῦ θαυμασιωτάτου Ἀνηλίου τοῦ σιγγουλαρίου· θεὸς οἶδεν ταῦτα πρῶτα τυγχάνοντα· καὶ πάνυ ἐχάρην γνοὺς ἐξ αὐτῶν ὑγιαίνειν ὑμᾶς. καὶ σὺν θεῷ ἐν ταύταις ἐπικαταλαμβάνομεν τὴν Ὀξυρυγχιτῶν μετὰ τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ εὐδοκιμωτάτου ἄρχοντος, καὶ ἐλπίζω, ἡμῶν καταλαμβανόντων τὰ ἐκεῖσε, ὡς ὅτιπερ περὶ ἑκάστου τύπος δοθήσεται. οὐκ ὀφείλετε δὲ μέμψασθαί με ὡς ὅτιπερ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐγράψατέ μοι καὶ τῶν ἀμοιβαίων οὐκ ἐτύχατε. θεὸς γὰρ οἶδεν ὁ παντοκράτωρ, ἐξ ὅτου ἐξῆλθον τῆς Ὀξυρυγχιτῶν εἰ μὴ ταύτην καὶ μόνην τὴν ἐπιστολὴν οὐκ ἐδεξάμην ὑμῶν. ἔγνων δὲ ὡς ὅτιπερ Καλήμερος οὐ κατέχεται, καὶ παρὰ τοῦ ἐμοῦ συμμάχου καὶ παρὰ ἄλλων πολλῶν. πολλὰ ὑμᾶς προσαγορεύω δὲ καὶ ὁ γλυκύτατος κοινὸς υἱὸς Θέων καὶ …νις. καὶ χάρις τῷ κρείττονι τῷ παρασκευάσαντι ὑμᾶς ταύτην τὴν ἐπιστολὴν πέμψαι τὴν διὰ Ἀνηλίου τοῦ σιγγουλαρίου. ἐπίδος τῇ κυρίᾳ μου σεμνοπρεπεστάτῃ καὶ εὐγενεστάτῃ μητρὶ Μαρίᾳ παρὰ Παύλου ἐξκέπτορος.