Ancient Greek
P.Oxy. 59 3988
Documentary Papyri, P.Oxy. 59 3988
Not analysed yet
Βησαρίων Ἱερακίωνι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. εὐθέως παραγενάμενος ἐν Ἀλεξανδρείᾳ πρὸς τὸν Οὐαλέριον ἀπῆλθα καὶ λέγουσί μοι σήμερον αὐτὸν ἐκδεδημηκέναι. ἔλαβαν τὸ ἐπιστόλιον ὡς ἵνα αὐτῷ πέμψωσι εἰς τὴν χώραν. τὸ λοιπὸν γνώσῃ παρʼ αὐτοῦ. ἄσπασαι Απα… καὶ …αν καὶ Διόδωρον καὶ τοὺς ἐν οἴκῳ πάντας. καὶ τῷ ποιητῇ ἀναδέδωκα …τ… κϛ. καὶ περὶ ὧν χρείαν ἔχεις γράψον μοι. τοῦ Σεράπιδος θέλοντος κομψῶς ἔσχον καὶ τὸ προσκύνημά σου ἐποίησα, ὡς εἶπον, καὶ πάντων. ἔρρωσο ἀπὸ Βησαρίωνος Ἱερακίωνι …