Ancient Greek
P.Oxy. 59 3989
Documentary Papyri, P.Oxy. 59 3989
Not analysed yet
Λυκαρίων Πλουτάρχωι τῶι …χαίρειν. …περιστεραὶ μὴ τίκτωσι πραθήτωσαν. ἔγραψέν μοι Σαραπᾶς ὅπως ὤφειλεν ἐγδοθῆναι πάκτωνα καινόν. εὐθέως οὖν ἔκδος. τὰ δὲ μέτρα τοῦ πάκτωνος Σαραπᾶς σοι ἐρεῖ. ὅρα οὖν μὴ ἀμελήσῃς, ἐπεὶ χρεία ἐστὶν αὐτοῦ εἰς τὸ χῶμα τὸ περὶ Ποσομποῦς τῷ καιρῷ τῆς ὑδροφυλακίας. καλῶς ἐποίησας τὸν οἶνον ἐμπορικῶς πωλήσας καὶ μὴ κοτυλίσας. ἀσπάζου τὰ παιδία σου καὶ τὴν ἀδελφήν. ἀσπάζεται ὑμᾶς Ἀπολλωνία. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. ἔρρωσο. Φαμενὼθ κα. Πλουτάρχῳ ἱερεῖ φίλωι παρὰ Λυκαρίωνος γυμνασιαρχήσαντος Ὀξυρυγχιτῶν.