Ancient Greek
P.Oxy. 59 3991
Documentary Papyri, P.Oxy. 59 3991
Not analysed yet
Σαραπιὰς Ἰσχυρίωνι τῷ ἀδελφῷ χαίρειν λίαν ἐχάρην κομισθέντων σου τῶν γραμμάτων ὡς πρὸς τὴν ἑορτὴν ἐρχομένου σου πρὸς ἡμᾶς. πολλὰ δέ σοι ἐπιμήνιʼ ἃ ἐμέλλομεν πέμπειν, ἐπέσχομεν προσδοκῶντες τὴν παρουσίαν. τὸν χιτῶνά σοι τὸν ἐριόξυλον ἡ μήτηρ σου κατεσκεύασε. ἐζητοῦμεν τὸν δυνάμενον κομίσαι ἀσφαλῆ. ἀσπάζεται ἡ μήτηρ σου καὶ Σινθοῶνις καὶ ὁ πατήρ σου. ἄσπασαι Ἐπαφρόδιτον καὶ Δημήτριον καὶ Ἡρακλείδην. ἐν ἀγωνίᾳ Γ̓εγόνειμεν οὐ μικρᾷ, πολλῷ χρόνῳ μὴ κομισθέντων σου γραμμάτων. ἔρρωσο. Τῦβι ιϛ. ἀπὸ Σαραπιάδος Ἰσχυρίωνι.