Ancient Greek
P.Oxy. 59 3990
Documentary Papyri, P.Oxy. 59 3990
Not analysed yet
…Ἀπίαι τῆι ἀδελφῆι χαίρειν. τῷ ἀναδιδόντι σοι τὸ ἐπιστόλιον Θηβαίῳ δὸς δραχμὰς κδ ὀφειλομένας αὐτῷ, κομισαμένη ἀγκάλας ἀμπελίνας α…. παραδότωσαν δὲ τὴν σκάφην τῷ ὁρμοφύλακι σὺν κώπαις β καὶ κοντῷ καὶ ἀρμένῳ. κατέσχον ἕνα Θηβαῖον ἐπὶ τῷ χώματι, ᾧ πέμψεις ἄρτων δραχμὰς δ καὶ ἡμῖν χαλκόν. ἀσπάζομαι Σερῆνον τὸν ἀδελφὸν καὶ Πτολεμαῖον. περὶ τοῦ ἐπιστρατήγου δήλωσόν μοι. ἐρρῶσθαί σε εὔχομαι, ἀδελφή. κόμισαι παρὰ τοῦ Θηβαίου σάκκον. ὃν πρότρεψαι ταχέως ἐλθεῖν, ἐπεὶ αὐτὸς ἐπὶ τῷ χώματι μέλλει μένειν. φησὶ δὲ εἰδέναι καὶ ἰχθύας θηρᾶν.