Ancient Greek
P.Oxy. 59 3996
Documentary Papyri, P.Oxy. 59 3996
Not analysed yet
Σερῆνος Ταψάϊτι τῇ μητρὶ χαίρειν. καὶ ἄλλοτέ σοι ἔγραψα δηλῶσαί μοι εἴ τί σοι Πανίσκος ἐλθὼν τότε ἔδωκε χαλκοῦ, καὶ εἰ ἀπήρτισας τὰ ἱμάτια, καὶ πόσον ἐδαπάνησας. μὲ δὲ μὴ μέμψαι. τοσαυτάκις γὰρ ἐμοῦ γράψαντος αὐτῷ, οὐδὲ διὰ λόγων μοῦ ἐμνήσθη. ἐξ ὧν ἔπεμψα δυεῖν στάμνων σμήματος δὸς ἕνα Ἁρποκρατιαίνῃ. νῦν γὰρ ἐμνήσθην ὅτι ἐμοῦ ἐξερχομένου περὶ τούτου μοι ἐπέθετο. καὶ ἀναγνωσθήτω αὐτῇ τοῦτο τὸ μέρος τῆς ἐπιστολῆς, ἵνα μὴ δόξῃ με ἠμεληκέναι. ἄσπασαι τοὺς ἡμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι μῆτερ.