Ancient Greek
P.Oxy. 59 3997
Documentary Papyri, P.Oxy. 59 3997
Not analysed yet
Ἡρακλῆς Κέρδωνι ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλόκληρον ἀπολαβεῖν ἅμα τῇ γλυκυτάτῃ Ταφύγχει θυγατρί σου. θαυμάζω πῶς οὐδεμίαν ἐπιστολήν μοι ἔγραψας. ἐγὼ δὲ πολλάκις σοι ἔγραψα ἐπιζητῶν σου τῆς φιλίας, σὺ δὲ μίαν μοι μόνον ἔγραψας, οὐδὲ πάλιν ἐμοὶ ἔγραψας, ἀλλὰ τῷ πατρί μου ἔγραψας, οὐκ ὀλίγως ἀπειλῶν μοι. θεὸς δὲ μόνος οἶδε ὅτι καθʼ ἑκάστην ἡμέραν τὸ προσκύνημά σου ποιῶ, εἴτε παρʼ ἀνθρώποις, εἴτε παρὰ θεῷ. ἐπεθύμησα γάρ σε προσκυνῆσαί σε καὶ διὰ γραμμάτων ἔστʼ ἂν ὁ θεὸς δώσῃ τὴν καλὴν ὁδὸν καὶ προσκυνήσωμεν ἀλλήλους. οἶδε γὰρ ὁ Κρανᾶς ὅτι πῶς αὐτὸν ἐξετάζω περὶ ὑμῶν καὶ ἠξιούμην αὐτὸν ἀπὸ τῆς πρώτης φορᾶς, ἵνα ἐνέγκῃ σοί τι καὶ οὐκ ἐδυνήθη, διότι ἐκεῖ ἦν Ἥρων ὁ δεσπότης τῶν καμήλων. καὶ νῦν αὐτὸν ἠξίωσα καὶ τέτακταί μοι. ἐὰν οὖν λάβω, πέμπω σοί τι. καὶ οὖν πρότρεψον αὐτὸν ἵνα ἀνόκνως ἡμῖν γένηται καὶ γράψον μοι τί χρῄζεις καὶ διὰ τίνος θέλεις πέμπω. οὐδεὶς …κτ…ειν παρʼ ἐμοῦ καὶ γράψον …ὑμῶν πάντων …τ… ἠκούσαμεν …θυγατρὸς περὶ …ἀσπάζου Ἀμμώνιον τὸν ἀδελφὸν καὶ …αν καὶ Ἡρᾶν καὶ …καὶ τοὺς ἡμῶν πάντας …λαυρα ημω… …. ἀσπάζου …πιον καὶ ὅλους τοὺς ἐν οἴκῳ καὶ γράψον περὶ τῆς ὁλοκληρίας ὑμῶν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. πέμψον ἡμῖν ὀλίγα σάγγαθα καλά, ὅσα ἐὰν εὕρῃς. ἀσπάζεται ὑμᾶς Κοπρῆς ὁ υἱὸς Ἀμμωνοῦς ονου… ἀσπάζεται ὑμᾶς Τοπαστᾶς καὶ Ἀφοῦς καὶ Ἀμμωνοῦς καὶ Ἑλένη καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ. ἀσπάζεται ἡ Ἑλένη τὴν θυγατέρα σου. μὴ ἀμελήσῃς περὶ τῶν σαγγάθων. ἀσπάζου Χεναμοῦν τὴν γραῖαν καὶ τὰ τέκνα αὐτῆς καὶ τὸν ἀναγινώσκοντα. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα. ἀπόδος Κέρδωνι ἀδελφῷ παρὰ Ἡρακλέους.