Ancient Greek
P.Oxy. 59 4005
Documentary Papyri, P.Oxy. 59 4005
Not analysed yet
μὴ θελήσῃς μηδεμίαν φροντίδα ἔχειν περὶ τῆς ἡμῶν ἀδελφῆς Μαρίας, σοῦ δὲ συμβίου. οὐκ ἐῶμεν γάρ, τοῦ θεοῦ θέλοντος, αὐτὴν δεηθῆναί τινος, οὔτε ἐννοούμεν ποιῆσαι αὐτῇ πρᾶγμα. καθὼς δὲ γέγραφας περὶ τοῦ κοκκηροῦ ἱματίου, δέδωκα. μὲν αὐτῇ, παρεγενάμην δὲ πρὸς τὸν σὸν γεοῦχον θέλων λαβεῖν ἕνα χρύσινον ἐκ τοῦ σοῦ ὀψωνίου, ποιήσας αὐτῷ καὶ ἰδιόχειρον, καὶ οὐδὲν ἠνέσχετό μοι δοῦναι. μικρὸν δὲ γλωσσοκομεῖον καταξίωσον ἀγοράσαι τῇ ἀδελφῇ σου Φοιβαδίᾳ καὶ τέσσαρα κτένια τῶν γερδιαινῶν. εἰ δὲ δυνήθῃς ἀγοράσαι ἑνὸς γράμματος σιδήρειον μαζίον, μὴ ὀκνήσῃς τοῦτο ποιῆσαι. ἐπέτρεψέν μοι δὲ Ἀβραάμιος ὁ σὸς πενθερὸς γράψαι σοι ὥστε εἰ λάβῃς χρυσίον ἀπὸ τοῦ γεούχου σου, συνωνήσασθαι αὐτῷ ἑνὸς χρυσίνου ἀσκαλώνια. πολλὰ δὲ προσαγορεύομεν ἀπὸ μικροῦ ἕως μεγάλου τὴν σὴν διάθεσιν καὶ ὑγιαίνομεν σὺν θεῷ. ἐπίδος τῷ δεσπότῃ ἀδελφῷ Θεοδοσίῳ πρ… παρὰ …ἀδελφοῦ.