Ancient Greek
P.Oxy. 59 4006
Documentary Papyri, P.Oxy. 59 4006
Not analysed yet
τρίτην ταύτην ἐπιστολὴν ἔγραψα… τῷ ἐμῷ ἀγαθῷ καὶ θεοφυλάκτῳ δεσπότῃ καὶ ἐξ ὧν μίαν μὲν διὰ τοῦ σταβλίτου τοῦ ἀποφέροντος αὐτῇ τὰ ζίζυφα, δευτέραν δὲ ὁμοίως μετὰ Ἄππα Κύρου τοῦ καθωσιωμένου, καὶ νῦν ταύτην, ὡς εἶπον, τρίτην χάριν τοῦ καρταλαμίου, ἵνα πέμψηταί μοι, καὶ βάλλω αὐτὸ εἰς τὴν …λ…ν. παρακαλῶ τοίνυν τοῦτο στεῖλαί μοι διὰ τοῦ ἀποδίδοντος αὐτῇ τὰ εὐτελῆ μου γράμματα, ὅπως καὶ ἐν τούτῳ χάριτας αὐτῇ ὁμολογήσω. ταῦτα γράψας πλεῖστα προσκυνῶ καὶ ἀσπάζομαι τὰ ἴχνη τοῦ ἐμοῦ δεσπότου ἄχρι θέας, ἐξαιρέτως τὴν κοινὴν δέσποιναν. ἐξ ἐμοῦ δὲ Φαῦστον τὸν μεγαλοπρεπέστατον κοινὸν ἀδελφόν, καὶ πάντας τοὺς τοῦ εὐλογημένου ὑμῶν οἴκου, ἀπὸ μικροῦ ἕως μεγάλου, ἄχρι θέας. οἰκείῳ μου ἀγαθῷ καὶ θεοφυλάκτῳ δεσπότῃ Θεοδώρῳ κόμετι μειζοτέρῳ Χριστόφορος ὑμέτερος δοῦλος καὶ ἀδελφός. ἀπόδος ἐν Ὀξυρρύγχῳ τῷ ἀγαθῷ Θεοδώρῳ τῷ μειζοτέρῳ τοῦ ἐνδόξου οἴκου Ἀπίωνος.