Ancient Greek
P.Oxy. 59 4007
Documentary Papyri, P.Oxy. 59 4007
Not analysed yet
…κατέλαβεν τὰ ἐνταῦθα Ἄμμων ὁ παῖς φέρων εἰκοσιπέντε ἀρτάβας σίτου τῷ μέτρῳ τοῦ κυρίου Παμουθίου. μεταδέδωκεν δέ μοι ὡς ὅτι τὰ δύο ὁλοκόττινα τὰ ἀντιφωνηθέντα μοι παρὰ τῆς σῆς θαυμασιότητος ἀπῃτήθησαν εἰς τὴν κ…ν καὶ καλῶς ἐποίησέν σου ἡ θαυμασιότης συγχωρήσασα αὐτοὺς δ…σαι ἔχοντας πλέον ὑπὲρ πέρυσι τριάκοντα κεράτια …,καί, θεὸς οἶδεν ὁ μόνος, εἰ ἐγενάμην κατὰ τὸν πατρίκιον, οὐκ ἐδυνάμην προτέλειαν τοῦ ἑνὸς κερατίου δοῦναι. εἰπὲ δὲ Ἀπολλῷ τῷ παιδὶ ὅτι, τὸ ὑπόλοιπον τῆς κριθῆς πέμψον μοι, ἐπεί, θεὸς οἶδεν ὁ πάντων δεσπότης, ἐὰν συμβῇ Μ̓ε ἐλθεῖν, τετραπλᾶ αὐτὸν ἀπαιτῶ. καὶ λοιπὸν μετὰ καλοῦ δὸς ἢ τὸ ἴσον τοῦ λόγου τοῦ σίτου πέμψον μοι ἵνα μανθάνων γράψω σοι δοῦναι Θεοδώρῳ καὶ ᾥτινι …. ἐπίδος τῷ τὰ πάντα θαυμασιωτάτῳ Κυριακῷ ἐπιτρόπῳ παρὰ Ἰουλίου.