Ancient Greek
P.Oxy. 6 896 col. 1
Documentary Papyri, P.Oxy. 6 896coli
Not analysed yet
ρκζ Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἀρτεμιδώρου Ἀρσινόου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ζωγράφου τὴν ἐπιστήμην. ἐπιζητούσῃ τῇ σῇ ἐμμελείᾳ τὴν σύνοψιν τῶν δεομένων τόπων ζωγραφίας τοῦ εὐτυχῶς ἐπισκευαζομένου Τραιανῶν Ἁδριανῶν θερμῶν δημοσίου τῆς αὐτῆς πόλεως βαλανίου, κατὰ ταῦτα δηλῶ χρῄζειν εἰς λόγον ζωγραφίας τῶν τε δεομένων τόπων τῶν δύο ψυχροφόρων καὶ ἐμβατικοῦ θόλου ἑνὸς καὶ ἀνδρομηκιαίων ὅλου ξυστοῦ εἰσόδων καὶ ἐξόδων καὶ παραθολίων τεσσάρων τοῦ ἐξωτέρου ξυστοῦ καὶ τῶν ἄλλων τόπων εἰς μὲν τιμὴν χρωμάτων ἀργυρίου δηναρίων μυριάδ…εου ζωγραφίας ὅλων ἔργων ἀργυρίου δηναρίων μυριάδα μίαν · ὅπερ προσφωνῶ. …ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπρωτάτων …Αὐρήλιος Ἀρτεμίδωρος ἐπιδέδωκα. Αὐρήλιος …ων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος.