Ancient Greek
P.Oxy. 6 896 col. 2
Documentary Papyri, P.Oxy. 6 896colii
Not analysed yet
ρκη Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ἥρωνος …καὶ Διδύμου Διοσκόρου ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως δημοσίων ἰατρῶν. ἐπεστάλημεν ὑπὸ σοῦ σήμερον ἥτις ἐστὶν Φαρμοῦθι ϛ ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Ἀπολλωνίου ὀφφικιαλίου ἡγουμένου Αἰγύπτου Ἡρκουλείας Αὐρηλίου Ἀντωνίου ὥστε γενέσθαι ἐπὶ τὴν οἰκίαν ἐν τῇ αὐτῇ πόλει καὶ τοῦτον ἐπιδεῖν καὶ ἣν ἂν καταλάβωμεν περὶ αὐτὸν διάθεσιν ἐγγράφως προσφωνῆσαι. ὅθεν γενόμενοι ἔνθα ὁρῶμεν αὐτὸν τοῦτον κλινήρην ὄντα πυρετίοις ἀκρίτοις συνεχόμενον· ὅπερ προσφωνοῦμεν. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Φαρμοῦθι ϛ. Αὐρήλιος Ἥρων ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Δίδυμος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται.