Ancient Greek
P.Oxy. 6 897
Documentary Papyri, P.Oxy. 6 897
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ δ καὶ Κώνσταντος τὸ γ Αὐγούστων. Φλαουίοις Εὐλογίῳ καὶ Διονυσαρίῳ ῥιπαρίοις Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ἀμόιτος Ὥρου καὶ Πατάπιος Παησίου καὶ Σαρμάτου πρεσβυτέρου καὶ Παπνουτίου Παησίου τῶν πάντων ἀπὸ κώμης Ἴστρου ζ πάγου. ἐπέθετο ἡμῖν ἡ ὑμῶν ἐμμέλεια ὥστε Χωοῦν Ἡρακλήου ὑποβληθέντα εἶναι ἀπὸ τῆς ἡμετέρας κώμης ἀναζητῆσαι καὶ παραστῆσαι. κατὰ ταῦτα ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐγούστων μήτε τὸν Χωοῦν ἔτι εἶναι ἐπὶ τῆς ἡμῶν κώμης μήτε εἰδέναι ἡμᾶς ὅπου ποτέ ἐστιν, καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ …