Ancient Greek
P.Oxy. 6 904
Documentary Papyri, P.Oxy. 6 904
Not analysed yet
παρὰ Φλαουίου. ἡ τῆς ὑμετέρας δικαιοκρισίας καθαρότης πάντως καὶ ἐμὲ ἐλεήσει τὸν γεγηρακότα καὶ ἀσυνθηκεὶ διαπεπονθότα καὶ χλεύην παρὰ Φιλοξένου τοῦ καθωσιωμένου μαγιστριανοῦ. οὗτος γὰρ λόγον ἐνωμότως μοι δεδωκὼς καὶ ἐπαγγειλάμενος ὡς πάντως ὅσαπερ ἐπιζητεῖται εἰς τὴν τοῦ ῥιπαρίου λειτουργίαν ἐκτὸς πάσης ὑπομνήσεως πληρώσει, παρέχων μοι καὶ πρὸς βοήθειαν οἰκέτας τε καὶ συμμάχους καὶ ἄλλους τοὺς ὀφείλοντας τὴν παραφυλακὴν τῆς πόλεως ποιεῖσθαι, οὐ μόνον δὲ τοῦτο, ἀλλʼ εἰ καὶ συμβῇ ἀτόπημά τι γενέσθαι αὐτὸν τὸ ἀζήμιον πληροῦν τοῖς τὴν βλάβην ὑπομένουσιν, ἀλλὰ καὶ τὰ ἄλλα πάντα τὰ συντείνοντα εἰς τὴν λειτουργίαν ταύτην ἀποκαθιστᾶν· τούτων δὲ ὅλων ἐκτὸς γεγένηται καὶ παρορῶν με τὸν ἄθλιον καθʼ ἑκάστην ἡμέραν μετεωριζόμενον σχοινίοις καὶ πληγαῖς κατακοπτόμενον κατὰ τὸ σῶμα, μὴ κεκτημένον μὴ ἀδελφὸν μὴ συνγενῆ μὴ υἱὸν δυνάμενον ἅμα μοι συμπαθεῖν, ὡς λοιπὸν εἰς αὐτὸ τὸ τῆς σωτηρίας πνεῦμα δυστυχεῖν με. ὅθεν τὰς ἱκεσίας προσφέρω τῇ ὑμετέρᾳ ἐξουσίᾳ ὥστε ἐμὲ μὲν ἐλευθερωθῆναι τῆς τοιαύτης λειτουργίας, τὸν δὲ πρωτότυπον καταναγκάζεσθαι ἢ διʼ ἑαυτοῦ ἢ διὰ οἱουδήποτε προσώπου τὴν τοιαύτην λειτουργίαν ἐξανύσαι, ἐμοῦ ἀποταξαμένου καὶ μὴ δυναμένου μηδαμῶς ὑπομένειν τὴν τοιαύτην ἀπαραίτητον καὶ φορτικωτάτην λειτουργίαν, ἵνα καὶ ἐγὼ τούτου τυχὼν εὐχαριστήσω ταῖς ἀκλινέσι ἀκοαῖς τῆς ὑμετέρας ἐξουσίας, μεγαλοπρεπέστατε ἡμῶν ἡγεμὼν κύριε.