Ancient Greek
P.Oxy. 6 905
Documentary Papyri, P.Oxy. 6 905
Not analysed yet
…Ἀντωνίνου καὶ Φαυστείνας Σεβαστῶν. ἐξέδοτο Μηνόδωρος Ὥρου μητρὸς Τακαλλίππου ἀπὸ κώμης Ψώβθεως τὴν αὑτοῦ θυγατέρα Θατρῆν μητρὸς Θατρῆτος Ἀπολλωνίῳ Ἡρακλέους μητρὸς Ταυσοράπιος ἀπὸ τῆς αὐτῆς κώμης πρὸς γάμου κοινωνίαν. ἡ δʼ ἔκδοτος φέρει τῷ ἀνδρὶ εἰς φερνῆς λόγον χρυσοῦ μὲν κοινοῦ σταθμῷ Ὀξυρυγχιτικῷ μνααῖον ἓν ἐν εἴδεσι συντιμηθὲν δραχμῶν …ἐν δὲ παραφέρνοις ἱματίων σουβρικομαφόρτια δύο ,ἓν μὲν …νον τὸ δὲ ἕτερον λευκόν. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, καὶ ὁ γαμῶν ἐπιχορηγείτω τῇ γαμουμένῃ τὰ δέοντα κατὰ δύναμιν τοῦ βίου. ἐὰν δὲ ἀπαλλαγὴ γένηται τέκνων ὄντων ἢ καὶ μὴ γενομένων ἀποδότω ὁ γαμῶν τὰ παράφερνα πάντα μὲν ἅμα τῇ ἀπαλλαγῇ τὴν δὲ φερνὴν ἐν ἡμέραις ἐξήκοντα ἀφʼ ἧς ἐὰν ἡ ἀπαλλαγὴ γένηται, τῆς πράξεως οὔσης τῷ ἐκδιδόντι Μηνοδώρῳ παρὰ τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. παρὼν δὲ ὁ πατὴρ τοῦ γαμοῦντος Ἡρακλῆς Μώρου μητρὸς Ἀπολλωνίας ἀπὸ τῆς αὐτῆς κώμης εὐδοκεῖ τῷ γάμῳ καὶ ἐγγυᾶται εἰς ἔκτισιν τὴν προκειμένην φερνήν. κυρία ἡ συνγραφὴ δισσὴ γραφεῖσα πρὸς τὸ ἑκάτερον μέρος ἔχειν μοναχόν, καὶ ἐπερωτηθέντες ἑαυτοῖς ὡμολόγησαν. ἔτους ι Φαμενὼθ ιη.