Ancient Greek
P.Oxy. 6 906
Documentary Papyri, P.Oxy. 6 906
Not analysed yet
……α… …αλ…σο… καὶ τὰ διὰ τῆς αὐτῆς συνγραφῆς ἑσταμένα παράφερνα ὄντα ἐκ δραχμῶν τεσσαράκοντα ,οἱ δὲ τρεῖς καὶ μὴ ἐνκαλεῖν ἀλλήλοις μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ μηδενὸς τῶν εἰς τὴν συνβίωσιν τοῦ Διογένους καὶ τῆς Πλουτάρχης τεινόντων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. ὁ δὲ Διογένης καὶ ἐπιχορηγήσει ἀπὸ τοῦ νῦν τὰ δέοντα τοῖς αὐτοῖς υἱοῖς αὐτῶν παρʼ αὑτῷ διαιτωμένοις ἄχρι ἡλικίας. ἀπὸ δὲ τοῦ νῦν ἐξεῖναι τῷ Διογένει καὶ τῇ Πλουτάρχῃ ἑκατέρῳ αὐτῶν ἁρμόζεσθαι ὧι ἐὰν αἱρῆται γάμῳ ἀνευθύνῳ ὄντι, ἢ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι, τὴν δὲ δηλουμένην συνγραφὴν καὶ τὴν γενομένην αὐτῆς διὰ τοῦ καταλογείου δημοσίωσιν καὶ μετάδοσιν συνχωροῦσι ἄκυρον εἶναι. κυρία ἡ ἀποχή. Ὡρίων ὡς ἐτῶν νζ ἄσημος. Πλουτάρχη ὡς ἐτῶν κδ ἄσημος. Ο… Ἰσίδωρος ὡς ἐτῶν μη οὐλὴ ὀφρύι δεξιῷ.