Ancient Greek
P.Oxy. 6 929 Vo
Documentary Papyri, P.Oxy. 6 929v
Not analysed yet
Νεικάνωρ Νιννάρῳ τῶι ἀδελφῷ χαίρειν. εἰδώς σου τὸ σπουδαῖον τὸ πρὸς πάντας καὶ νῦν ἓν τοῦτό μοι ὑπηρετήσεις. καλῶς ποιήσεις ἀπαιτήσας Τιθόιν τὸν ναυτικὸν δύμα καρυΐνου χιτῶνος ἐν ᾧ λίνον καὶ λέντιον τριβακόν, καὶ ἔρια, ταῦτα δὲ πάντα συνενῆν εἰς τὸν χιτῶνα τὸν καρύϊνον καὶ ἐσφραγίσθη γῇ λευκῇ, καὶ σὺν τούτῳ ἄλλα δύματα πάντα, ὡς εἶναι ἐπὶ τὸ αὐτὸ ἀριθμῷ ἕξ ,ἀποκαταστῆσαί μοι εἰς Ὀξυρυγχείτην ἐξ ὧν ἔσχον τὰ προκείμενα πάντα. διὸ γράφω σοι, ἀδελφέ, ἵνʼ εἰ ἀλλότριά ἐστιν εἴδῃς, ἐρεῖς δέ μοι ἐν τάχει περὶ τούτου. ἐρρῶσθαι σε εὔχομαι. Νιννάρῳ οἰκονόμῳ Ἀπίωνος στρατηγοῦ παρὰ Νεικάνορος.