Ancient Greek
P.Oxy. 6 930
Documentary Papyri, P.Oxy. 6 930
Not analysed yet
……υ μὴ ὄκνει μοι γράφειν καὶ περὶ ὧν ἐὰν χρείαν ἔχῃς ἐντεῦθεν ἐλυπήθην ἐπιγνοῦσα παρὰ τῆς θυγατρὸς τοῦ καθηγητοῦ ἡμῶν Διογένους καταπεπλευκέναι αὐτόν· ἠμερίμνουν γὰρ περὶ αὐτοῦ εἰδυῖα ὅτι κατὰ δύναμιν μέλλει σοι προσέχειν. ἐμέλησε δέ μοι πέμψαι καὶ πυθέσθαι περὶ τῆς ὑγιείας σου καὶ ἐπιγνώναι τί ἀναγιγνώσκεις. καὶ ἔλεγεν τὸ ζῆτα, ἐμαρτύρει δὲ πολλὰ περὶ τοῦ παιδαγωγοῦ σου. ὥστε οὖν, τέκνον, μελησάτω σοί τε καὶ τῷ παιδαγωγῷ σου καθήκοντι καθηγητῇ σε παραβάλλειν. ἀσπάζονταί σε πολλὰ αἱ ἀδελφαί σου καὶ τὰ ἀβάσκαντα παιδία Θεωνίδος καὶ οἱ ἡμέτεροι πάντες κατʼ ὄνομα. ἄσπασαι τὸν τιμιώτατον παιδαγωγόν σου Ἔρωτα. …ταιδ… ἐρρ… Ἁθὺρ β… …Πτολεμαίῳ υἱῶι.