Ancient Greek
P.Oxy. 6 934
Documentary Papyri, P.Oxy. 6 934
Not analysed yet
Αὐρήλιος Στέφανος Αὐρηλίῳ Χαιρήμονι τῷ ἀδελφῷ χαίρειν. ἐξιόντος μου εἰς Ἀλεξάνδριαν μετεβαλόμην τῷ σχοινιοπλόκῳ Πετοβάστει παρόντος Ἡρακλήου εἰς τιμὴν ζευκτηρίων δραχμὰς ἑξήκοντα ,καὶ εἰς τιμὴν κόπρου ἐν Χύσει παρόντος Κοπρέως δραχμὰς μ, καὶ τῇ Καλῇ ὥστε Κοπρεῖ ἃς εἶχον μετὰ χεῖρας τὰς δραχμὰς μη. μὴ οὖν ἀμελήσῃς τοῦ βαλεῖν τὴν κόπρον. συνεφώνησα γὰρ ἀρτάβας κε δραχμῶν ρ παρόντος Κοπρέως· δώσεις οὖν τὰς λοιπὰς δραχμὰς ιβ. μὴ ἀμελήσῃς παραβαλεῖν ἐκεῖ καὶ τῇ γυναικὶ ἕως ἂν παραγένωμαι καὶ χάριν τῶν ποτισμῶν. εὗρον τὸν Αἰθίοπα καὶ καλῶς αὐτῷ ἐστιν. ἄσπασαι τοὺς ἡμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι. Αὐρηλίῳ Χαιρήμονι παρὰ Αὐρηλίου Στεφάνου.