Ancient Greek
P.Oxy. 6 933
Documentary Papyri, P.Oxy. 6 933
Not analysed yet
χαίροις, κύριέ μου Ἀπολινάριε, παρὰ Διογένους φίλου. τυχὼν τοῦ πρὸς σὲ γεινομένου ἥδιστά σε ἀσπάζομαι εὐχόμενος πᾶσι τοῖς θεοῖς περὶ τῆς σωτηρίας σου κ… …ρ… τὴν μεγάλην ἑορτὴν ἦξα. περὶ τῆς μικρᾶς ἐγενάμην ἄχρις ἂν καταπλεύσῃ καὶ πάντα αὐτῇ ὑπῆρκται ὥστε ἐπανελθόντα σε μαρτυρήσειν. καὶ περὶ τοῦ οἴκου ἀμέριμνος γείνου ὡς σοῦ παρόντος. διεπεμψάμην τῇ μικρᾷ τὸ ἐπιστόλιον ,ἐποίησα δὲ καὶ τὸν νυκτοστράτηγον φύλακα κοιμᾶσθαι πρὸς τῇ οἰκίᾳ. ἄσπασαι Πλουτογένην τὸν φίλον. ἐρρῶσθαί σε εὔχομαι, κύριε. ἐάν σοι ἀβαρὲς ᾖ πεύθου παρὰ Ἀντινόου εἰ ἠγόρασεν τῷ παιδίῳ σου τὸ φαιλόνιον, εἰ δὲ μὴ ἀγόρασον. Ἀπολιναρίωι βουλευτῇ Ἀντινοέων πόλεως πρεσβευτῇ παρὰ Διογένους ὀθονιακοῦ.