Ancient Greek
P.Oxy. 6 937
Documentary Papyri, P.Oxy. 6 937
Not analysed yet
Δήμαρχος Τάορ τῇ ἀδελφῇ πλεῖστα χαίρειν. γιγνώσκειν σε θέλω ὅτι ἔγραψάς μοι περὶ οὗ ἐποίησέν μοι Ἀγατεῖνος. ἐὰν οὖν ζήσω χρόνον καὶ ἔλθω εἰς τὴν πατρίδα μου ἐκδικήσω ἐμαυτόν. καὶ ἂν νῦν οὖν παραγγέλλω σοι, ὦ κυρία μου ἀδελφή, ἵνα παραβάλῃς πρὸς τῇ πλατείᾳ τοῦ θεάτρου καὶ μάθῃς περὶ τῆς φιάλης τῆς λιθίνης ἐν τῷ πλοίῳ καὶ παραγγείλῃς πᾶσι τοῖς ἐκεῖ, Φιλοκύρῳ καὶ Ζωσίμῳ, παρατηρεῖσθαι αὐτὴν μὴ δόξῃ αὐτῷ τῷ Ἀγατείνῳ λαβῆσαι τὴν φιάλην, καὶ ἀντίγραψόν μοι διὰ τοῦ Ἀντινοέως περὶ οὗ σοι ἔπεμψα, καὶ γράψον ἐκεῖ τὸ κατʼ εἶδος ὅτι τί καὶ τί εἴληφας. καὶ εἴ τινος χρῄζει ὁ Ἀντινοεὺς παρασχήσεις αὐτῷ καὶ ἐλεύσει μετʼ αὐτοῦ πρὸς τὸν Τασοιτᾶν. πέμψον τὸν μαφόρτην σου καὶ τὸ κεράμιον τοῦ γάρους καὶ δικότυλον ἐλαίου χρηστοῦ. ἐρρῶσθαί σε εὔχομαι. δέξαι γ σακκούδια παρὰ τοῦ Ἀντινοέως τοῦ σοι τὰ γράμματα διδόντος. ἀπόδος Τάορ τῇ ἀδελφῇ παρὰ Δημάρχου.