Ancient Greek
P.Oxy. 1 161 descr.
Documentary Papyri, P.Oxy. 6 938
Not analysed yet
Δημήτριος Ἡρακλείδῃ πατρὶ χαίρειν. οὐκ ἀκόλουθον πρᾶγμα ἐποίησας ἐνεδρεύσας τὰς τροφὰς τῶν κτηνῶν τῆς Σεναώ, ἔκπαλαι ἐπισταλεὶς δώδεκα σαργάνας χόρτου ἐκεῖ ἀποστεῖλαι καὶ μὴ πέμψας, ὡς ἐκ τούτου κινδυνεύειν τὰ κτήνη διαφθαρῆναι. τῶν οὖν κτηνῶν κακῶς ἐχόντων καὶ τῆς γῆς διὰ τοῦτο μὴ ποτιζομένης ἠπείχθην καὶ νῦν σοι γράψαι ὅπως αὐτῆς ὥρας γομωθῆναι ἐπιτηδείως τὰς σαργάνας ποιήσας ἀποστείλῃς. τῇ γὰρ ἀσχολίᾳ μου ἔδοξας ἐπεγγελᾶν. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι.