Ancient Greek
P.Oxy. 6 939
Documentary Papyri, P.Oxy. 6 939
Not analysed yet
τῷ κυρίῳ μου Φλαβιανῶι Δημήτριος χαίρειν. ὡς ἐν ἄλλοις πλείστοις νῦν ἔτι μᾶλλον ἡ πρὸς σὲ τοῦ δεσπότου θεοῦ γνῶσις ἀνεφάνη ἅπασιν ἡμῖν ἐν τῷ τὴν κυρίαν ἀνασφῆλαι ἐκ τῆς καταλαβούσης αὐτὴν νόσου, καὶ εἴη διὰ παντὸς ἡμᾶς χάριτας ὁμολογοῦντας διατελεῖν ὅτι ἡμῖν ἵλεως ἐγένετο καὶ ταῖς εὐχαῖς ἡμῶν ἐπένευσεν διασώσας ἡμῖν τὴν ἡμῶν κυρίαν· ἐν γὰρ αὐτῇ πάντες τὰς ἐλπίδας ἔχομεν. συνγνώμην δέ, κύριέ μου, σχοίης μοι καὶ εὔνους ἀποδέξει με εἰ καὶ ἐς τηλικαύτην σε ἀγωνίαν ἄκων ἐνέβαλον γράψας περὶ αὐτῆς ὅσα ἔπαθεν. τὰ μὲν γὰρ πρῶτα ἐν θλίψει αὐτῆς πολλῇ οὔσης οὐκ ὢν ἐν ἐμαυτῷ ἀπέστειλα Πλούταρχον εἴ πως ἐκ παντὸς τρόπου δυνηθείης πρὸς ἡμᾶς ἀφικέσθαι, τοῦτο τοῦ καθήκοντος ἀπαιτοῦντος· ὡς δὲ ἐπὶ τὸ ῥᾷον ἔδοξεν τετράφθαι ἕτερά σε γράμματα ἐπικαταλαβεῖν ἐσπούδασα διὰ Εὐφροσύνου ἵνα σε εὐθυμότερον καταστήσω. νὴ γὰρ τὴν σὴν σωτηρίαν, κύριέ μου, ἧς μάλιστά μοι μέλει, εἰ μὴ ἐπινόσως ἐσχήκει τὸ σωμάτιον τότε ὁ υἱὸς Ἀθανάσιος αὐτὸν ἂν ἀπέστειλα πρὸς σὲ ἅμα Πλουτάρχῳ ἡνίκα ἐβαρεῖτο τῇ νόσῳ. νῦν δὲ πῶς πλείονα γράψω περὶ αὐτῆς ἀπορῶ, ἔδοξεν μὲν γὰρ ὡς προεῖπον ἀνεκτότερον ἐσχηκέναι ἀνακαθεσθεῖσα, νοσηλότερον δὲ ὅμως τὸ σωμάτιον ἔχει. παραμυθούμεθα δὲ αὐτὴν ἑκάστης ὥρας ἐκδεχόμενοι τὴν σὴν ἄφιξιν. ἐρρῶσθαί σε, κύριέ μου, διὰ παντὸς τῷ τῶν ὅλων δεσπότῃ εὔχομαι. Φαρμοῦθι ϛ. Φλαβιανῶι Δημήτριος.