Ancient Greek
P.Oxy. 6 941
Documentary Papyri, P.Oxy. 6 941
Not analysed yet
π ἐπειδὴ ὁ πλινθευτὴς λέγει τὸν τόπον τοῦ υἱοῦ Νιννοῦδος ὀστρακώδη καὶ μὴ πεποιημένον εἰς πλινθεῦσαι, ὡς δὲ λέγει ὅτι ἐὰν σκυλῇ πρὸς τὸν υἱὸν τοῦ οἰκονόμου τοῦ ἁγίου Ἰούστου παρέχει σοι τόπον ὀλίγον ἢ ἀντὶς τοῦ μαρτυρίου ἢ ἐξ ἀριστερῶν αὐτοῦ ἤγουν ἐκ δεξιῶν, καταξίωσον χαρίσασθαί μοι σκυλμὸν πρὸς αὐτὸν ἀλλʼ ἄρτι καὶ εἰπεῖν αὐτῷ. εἰκὸς παρέχει σοι τὴν χάριν, ἐκ τοῦ γὰρ ἐγγύς ἐστιν. ἀλλʼ οὕτως λέγεις αὐτῷ ὅτι ἐὰν θέλῃς παρέχομέν σοι τὸ ἐνοίκιον, μόνον πάρεχέ μοι. τὸν δὲ θεόν σου εὐθὺς διὰ Φοιβάμμωνος δήλωσόν μοι τὴν παρʼ αὐτοῦ ἀπόκρισιν. εἰπὲ δὲ αὐτῷ ὅτι ὀλίγην μόνον θέλομεν καὶ οὐ πολλήν. ἐπίδος Ἰωάννῃ παρὰ Φιλοξένου.