Ancient Greek
P.Oxy. 1 162 descr.
Documentary Papyri, P.Oxy. 6 942
Not analysed yet
κατὰ τὴν τρεισκαιδεκάτην κατελάβαμεν τὴν Νειλουπολιτῶν περὶ ὥραν ἕκτην, καὶ μετὰ τὸ ἀπολῦσαι ἡμᾶς τὰ ζῷα γράμματα ἡμῖν ἀπεδόθη τῆς σῆς ἀδελφικῆς λαμπρότητος περὶ ὀγδόην ὥραν καὶ ὁ θεὸς οἶδεν εἴπερ μὴ ἤμεθα ἀπολύσαντες τὰ ζῷα, εἰ δʼ αὐτὰ εἴχαμεν ἐπαναλῦσαι. πρὸ τριῶν οὖν ὡρῶν ,ὅτε καὶ δυνάμεθα ἐξελθεῖν τῆς πόλεως, ἐξερχόμεθα ὀφείλοντες σὺν θεῷ παραγενέσθαι. πάνυ δὲ ἡμᾶς ἀήδισεν ἡ ἀδελφική σου λαμπρότης μηδὲν ἡμῖν σημάνασα τῶν παρακολουθησάντων. ἐπίδος τῷ δεσπότῃ τῷ πάντων λαμπροτάτῳ εὐδοκιμωτάτῳ πάντων φιλτάτῳ ἀδελφῷ Πετρωνίῳ ἐξκέπτορι παρὰ Τιμοθέου ὀρδιναρίου Θεοδότου.