Ancient Greek
P.Oxy. 6 943
Documentary Papyri, P.Oxy. 6 943
Not analysed yet
καταξιώσῃ ἡ σὴ γνησία ἀδελφότης Μηνᾶν τὸν λαμπρότατον καὶ Σερῆνον τὸν λαμπρότατον τραπεζίτην καὶ Μηνᾶν τὸν προκουράτορα παρασκευάσαι ἀπελθεῖν εἰς δίαιταν ἕνεκεν τοῦ λουτροῦ, καὶ μὴ ἀποστῇ ἀπʼ αὐτῶν ὁ μειζότερος ἄχρι συνομολογεῖ τῷ ἐνδόξῳ οἴκῳ ὁ ὀφείλων ἐξ αὐτῶν τὸν φόρον τοῦ λουτροῦ δοῦναι. Σερῆνος γὰρ ὁ λαμπρότατος τραπεζίτης διὰ πείσματος γυναικὸς ἐδίωξεν Κόλλουθον τὸν εὐλαβέστατον ἐκ τοῦ λουτροῦ, καὶ ὅτε ἐποίησεν τὸ πεῖσμα αὐτοῦ οὐ θέλει ἀποστῆναι. καὶ ζῇ κύριος οὐκ ἀφίσταμαι τῶν τριῶν ,ἀλλʼ αὐτοὶ πληροῦσιν τὸν φόρον τοῦ λουτροῦ ἕως …ειν ἀντιγεοῦχον. δεσπότῃ τῷ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ χαρτουλαρίῳ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.