Ancient Greek
P.Oxy. 60 4065
Documentary Papyri, P.Oxy. 60 4065
Not analysed yet
…εἰς Ἀλεξάνδρειαν εἰς τοὺς ἐν τῇ Νέᾳ Πόλει θησαυροὺς συναγοραστικοῦ πυροῦ δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον τῷ ἐμῷ κινδύνῳ. ἔστι δέ· Τούρβων Ἁρσώνσιος μητρὸς Θασεῖτος ἀπὸ Τ…υ ὡς ἐτῶν κθ ἔχων πόρον οἰκοπέδων δραχμῶν ϡ σιτικῆς ἀρουρῶν ε δραχμῶν Βφ γίνονται δραχμαὶ Γυ ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἁδριανοῦ κε. Ὧρος κωμογραμματεὺς διὰ Ἥρωνος τοῦ καὶ Ἀπολλωνίου βοηθοῦ ἐπιδέδωκα.