Ancient Greek
P.Oxy. 60 4066
Documentary Papyri, P.Oxy. 60 4066
Not analysed yet
Ῥιση Ἀμμωνίωι στρατηγῶι Ἀραβίας παρὰ Ψόϊτος καὶ μετόχων πρεσβυτέρων διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν Ῥιση καὶ ἄλλων κωμῶν μέρους τοπαρχίας Τετρακωμίας κάτω. αἰτούμενοι ὑπὸ σοῦ ὀνόματα πυργοφυλάκων διμήνου Τῦβι Μεχεὶρ τοῦ ἐνεστῶτος κδ ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου δίδομεν τοὺς ὑπογεγραμμένους ὄντας ἐπιτηδείους τῷ ἡμῶν κινδύνῳ. ἔστι δέ· εἰς μὲν τὸν κατὰ συνήθειαν ὄντα πρῶτον πύργον Πιεσιῆς Φιεβῶτος μητρὸς Θαβεῖτος ἐτῶν κε ἀπὸ Τακαπέρθεως. Νισθερωοῦς μητρὸς Θαβελλήους ἐτῶν κ ἀπὸ Ψώφθεως Φαῆσις πρεσβύτερος ἀπελεύθερος Τεῶτος Φθάϋτος ἐτῶν λε ἀπὸ Ῥιση. Κασυλλᾶς Ψόϊτος νεωτέρου μητρὸς Θαήσιος ἐτῶν λε ἀπὸ τῆς αὐτῆς. εἰς δὲ τὸν κατὰ Σκηνὰς ὄντα η πύργον Φθάϋς Ἁρποκρᾶτος Πετεθύμιος μητρὸς Τιαθρήους ἐτῶν μ ἀπὸ Ῥιση. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἁδριανοῦ κζ. Ψόϊς καὶ μέτοχοι πρεσβύτεροι διὰ Ἀμμωνίου βοηθοῦ ἐπιδεδώκαμεν.