Ancient Greek
P.Oxy. 60 4068
Documentary Papyri, P.Oxy. 60 4068
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος Εὐσεβὴς Περτίναξ Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς Μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος Εὐσεβὴς Σεβαστὸς Σαραπίωνι Σαραπίωνος. τοὺς ἑβδομήκοντα ἔτη βεβιωκότας ἐν ταῖς πολιτικαῖς λειτουργίαις, ὅσαι μὴ μόναις οὐσίαις ἐπιτάσσονται, παραιτήσεως τυγχάνειν συνχωροῦσι οἱ νόμοι. καὶ σὺ τοίνυν εἰ ταύτην γέγονας τὴν ἡλικίαν καὶ πρᾶγμα βιασθεὶς διὰ μόνων …της πραγμάτων, ἕξεις τὴν προνομίαν τῶν γεγηρακότων. ἄλλο τῶν αὐτῶν. Θ…ι Ἀμμωνίου. εἰ ἑβδομήκοντα ἔτη βίου …ὑπερβέβηκας παραιτήσεως…ς ἐπιτάσσονται. ἄλλο τῶν αὐτῶν Ἁρμιύσι Πιχύσεως. εἰ ἑβδομήκοντα ἐτῶν ἀριθμὸν παρέδραμες πολειτικαῖς οὐχ ὑποβληθήσει λειτουργίαις …ταῖς οὐσίαις ἐπιτάσσονται. προετέθη ἐν Ἀλεξανδρείᾳ η ἔτους Φαρμοῦθι.