Ancient Greek
P.Oxy. 60 4067
Documentary Papyri, P.Oxy. 60 4067
Not analysed yet
Ἀμμωνίωι στρατηγῷ Ἀραβίας διὰ Σαραπίωνος τοῦ καὶ Σαραπάμμωνος βασιλικοῦ γραμματέως διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τοῦ αὐτοῦ νομοῦ παρὰ Σαραπίωνος κωμογραμματέως Ἡρώων πόλεως καὶ Θαυβάσθεως. αἰτούμενος ὑπὸ σοῦ ὄνομα εἰς ἐπιτήρησιν δημοσίας καὶ οὐσιακῆς γῆς περὶ κώμην …ταριω ἀντὶ Φαβάλου μητρὸς Τκολλαύθιος ἀπὸ Ἡρώων πόλεως καταγινομένου ἐν Καινῇ δηλωθέντος ἀνακεχωρηκέναι, δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον τῷ ἐμῷ κινδύνῳ. ἔστι δέ· Ἀνθάκις Φιμήνιος μητρὸς Ταφιώμιος ἀπὸ Θαυβάσθεως ἐτῶν λε, ἔχων πόρον οἰκοπέδων δραχμῶν ω. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστοῦ, Τῦβι κ. Σαραπίων κωμογραμμτεὺς ἐπιδέδωκα