Ancient Greek
P.Oxy. 60 4079
Documentary Papyri, P.Oxy. 60 4079dupl
Not analysed yet
Φλαυίῳ Θαννηρᾷ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἄμμωνος Ηρωσιως ἀπὸ τῆς λαμπρᾶσκαὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως συστάτου φυλῆς Δρόμου… ητητος καὶ ἄλλων ἀμφόδων. ἀκολούθως τῇ …τ… του τῆς ἐπαρχικῆς ἐξουσίας τοῦ διασημοτάτου Ζενίου δίδωμι εἰς ὑπηρεσίαν Λευκαδίου ἀγωνοθέτου τοῦ εὐτυχῶς ἐπιτελουμένου αὐτόθι ἱεροῦ Καπιτωλιακοῦ ἀγῶνος τὸν ἑξῆς ἐγγεγραμμένον ὄντα ἐπιτήδειον πρὸς τὴν χρείαν. ἔστι δέ· Αὐρήλιος Χωος Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς φυλῆς. Φλαυίου Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Παχὼν η. Αὐρήλιος Ἄμμων ἐπιδέδωκα.