Ancient Greek
P.Oxy. 60 4080
Documentary Papyri, P.Oxy. 60 4080dupl
Not analysed yet
Φλαυίῳ Θαννηρᾷ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἄμμωνος Ηρουσίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως συστάτου φυλῆς Δρομ… …φ… ἀμφόδων. ἀκολούθως τῇ …του τῆς ἐπαρχικῆς ἐξουσίας τοῦ διασημοτάτου Ζενίου δίδωμι εἰς ὑπηρεσίαν Λευκαδίου ἀγωνοθέτου τοῦ εὐτυχῶς ἐπιτελουμένου αὐτόθι ἱεροῦ Καπιτωλιακοῦ ἀγῶνος τὸν ἑξῆς ἐνγεγραμμένον ὄντα ἐπιτήδειον πρὸς τὴν χρείαν. ἔστι δέ· Αὐρήλιος Χωος Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως τῆς οὔσης φυλῆς. ὑπατείας Φλαυίου Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων Αὐρήλιος Ἄμμων ἐπιδέδωκα.