Ancient Greek
P.Oxy. 60 4090
Documentary Papyri, P.Oxy. 60 4090
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ε καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Φαρμοῦθι ιζ. Φλαουίοις Ἰουλιανῶι καὶ Γεροντίωι ἀμφοτέροις ῥιπαρίοις Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Σινούθιος Ἀνουβίωνος ἀπὸ κώμης Νεσμίμεως α πάγου τοῦ αὐτοῦ νομοῦ. κέκτημαι οἰκόπεδα ἐν τῇ αὐτῇ κώμῃ Νεσμίμει ἐλθόντα εἰς ἐμὲ ἀπὸ δικαίου ὠνῶν καὶ τὴν …ων δεσποτίαν ἔχω ὑπʼ ἐμέ· ἀλλὰ βουλομένου μου ἀνοικοδομῆσαι καὶ ἐπανοίγειν θύραν οὐκ οἶδα τίνι λόγῳ Πραοῦς καὶ Πιβῆκις καὶ οἱ αὐτῶν κοινωνοὶ ἐπέσχαν με καὶ ἐκώλυσαν …α… ἐπεὶ τοίνυν συνεστήκασι οἱ πρᾶται καὶ ἐνταῦθα τυγχάνουσιν ὑπὲρ τοῦ μὴ διαμάχην γενέσθαι ἐν τοῖς ἀγροῖς, τούτου χάριν τὰ βιβλία ἐπιδίδωμι ἀξιῶν μετακληθῆναι ……καὶ Πιβῆκιν καὶ ……ακροας…