Ancient Greek
P.Oxy. 60 4091
Documentary Papyri, P.Oxy. 60 4091
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστοῦ τὸ ε καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Φλαουίῳ Παιανίῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίων …θεου Εὐσεβίου γραμματέως α πάγου καὶ …ωτος δημοσίου γεωμέτρου τῆς αὐτῆς πόλεως. ἐπεστάλημεν ὑπὸ τῆς σῆς ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Αὐρηλίου Θέωνος Ἀμμωνίου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀκολούθως τοῖς προσταχθεῖσιν ὑπὸ τοῦ διασημοτάτου ἡγεμόνος Φλαουίου Ἀρηϊανοῦ Ἀλυπίου ὥστε τὴν παράδοσιν ποιεῖσθαι τῆς παρα…μενης αὐτῆς γῆς ἐν πεδίοις κώμης Μερμέρθων περὶ Κευῶθειν. ὅθεν ἐπὶ τοὺς ἀγροὺς παραγενόμενοι …τε…υθα Ἰωάννην ἀπὸ Κευώθεως ἐπίκλην …προκίμενον Θέωνα ἐν τῷ Κοδιβίθυος …α…ς Τνεφερσόιτος τῆς καὶ Σουσάννας …ἀπὸ ἀρουρῶν …𐅵διὰ κήνσου ἀφʼ ὧν …ματος τῆς αὐτῆς Τνεφερσόιτος κατὰ τὸ …θ 𐅵δ ἐν δὲ τῇ γενομένῃ ἀναμετρήσει …ην ἀρουρ η καὶ ἐκ βορρᾶ τούτων ἐν θρύοις …αι ὑπὸ τὸν προκίμενον Θέωνα ἀπὸ μὲν …βορρᾶ τούτων ἐν θρύοις ἀρουρ β 𐅵τὰς δὲ …ἀσπόρου ἐν θρύοις ἀρουρ η …διὸ προσφωνοῦμεν. …βιβλία ὡς πρόκειται. …