Ancient Greek
P.Oxy. 61 4117
Documentary Papyri, P.Oxy. 61 4117
Not analysed yet
Αὐρήλιος Θέων ὁ καὶ Ζωϊλίων Διονυσίου μητρὸς Σεραπιάδος ἀπʼ Ὀξυρύνχων πόλεως Αὐρηλίῳ Θέωνι τῷ καὶ Ζωϊλίωνι καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ πυροῦ γενήματος τοῦ διελθόντος β ἔτους ἀρτάβας δεκατρεῖς ἥμισυ ,ἃς καὶ ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ ἐν Ἀντιπέρα Πέλα τὰς ἴσας τοῦ πυροῦ ἀρτάβας δεκατρεῖς ἥμισυ μέτρῳ ᾧ παρείληφα χωρὶς διαφόρου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραμμαι, ἐκτείσω σοι τὸν προκείμενον πυρὸν μεθʼ ἡμιολίας καὶ διάφορον τοῦ ὑπερπεσόντος χρόνου, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφὲν ὑπʼ ἐμου τοῦ Αὐρηλίου Θέωνος, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι η μένοντός σοι τοῦ λόγου περὶ ὧν ὀφείλει σοι ὁ πατήρ μου.