Ancient Greek
P.Oxy. 61 4118
Documentary Papyri, P.Oxy. 61 4118
Not analysed yet
παρὰ Πεκύλλου κωμάρχαις Δωσιθέου. πολλοὶ λειτουργοὶ ζητούμενοι κλέπτονται ὑφʼ ὑμῶν καὶ εἰς τιμὴν τῆς κώμης ἔτι ἀνέχομαι. φροντίσατε οὖν καὶ τὸν ζητούμενον παραδοῦναι τῷ τῆς Ψώβθεως κωμάρχῃ, μὴ ὑμεῖς τὴν λειτουργίαν ὑποστῆτε. ἀλλὰ καὶ τοὺς ἄλλους φροντίσατε παραδοῦναι. ὡς γὰρ προεῖπον, τῷ ἐπιστρατήγῳ οὐ προσῆλθον εἰς τιμὴν τῆς κώμης, οὐχ ὑμῶν. ἐσημειωσάμην.