Ancient Greek
P.Oxy. 61 4120
Documentary Papyri, P.Oxy. 61 4120
Not analysed yet
παρετέθη. Αὐρηλίοις Ἀσκληπίαδῃ γενομένῳ ὑπομνηματογράφῳ καὶ ὡς χρηματίζει καὶ τῷ σὺν αὐτῷ, βιβλιοφύλαξι, παρὰ Αὐρηλίου Ἀπολλωνίου ἀπελευθέρου Ἀντωνίου καὶ ὡς χρηματίζει. κατὰ χειρόγραφον δισσὸν γεγονὸς τῷ διελθόντι β καὶ α ἔτει μηνὶ Παχὼν ὡμολόγησεν Αὐρήλιος Ἀσκληπιάδης Διδύμου μητρὸς Βερενίκης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐσχηκέναι παρʼ ἐμοῦ ἐν χρήσει διὰ χειρὸς ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας διακοσίας κεφαλαίου ἐπὶ ὑποθήκῃ τοῦ ὑπάρχοντος αὐτῷ καὶ κατηντηκότος εἰς αὐτὸν κληρονομικῷ δικαίῳ πρότερον τοῦ δηλουμένου αὐτοῦ πατρὸς Διδύμου τρίτου μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν ταύτης χρηστηρίων πάντων χωρὶς συμποσίου, οὔσης ἐπʼ ἀμφόδου Κρητικοῦ, εἰς ἐνσταθεῖσαν καὶ διεληλυθυῖαν τῆς ἀποδόσεως προθεσμίαν ὡς τὸ χειρόγραφον περιέχει, οὗ δημοσιωθέντος ὑπʼ ἐμοῦ μετʼ εὐδοκήσεως τοῦ ὑποχρέου τῷ ἐνεστῶτι γ καὶ β ἔτει μηνὶ Χοίακ τὸν πρὸς ἡμὰς ἀπὸ διαλογῆς ἀναπεμφθέντα χρηματισμὸν ἐπιφέρων ὑμῖν σὺν ἴσοις ἀντιγράφοις ἐπιδίδωμι τὸ ὑπόμνημα καὶ δηλῶ τὸν αὐτὸν ὑπόχρεόν μου μὴ ἀπογεγράφθαι τὸ τρίτον μέρος τῶν προκειμένων οἰκοπέδων, εἶναι δὲ αὐτοῦ τοῦτο καθότι πρόκειται κληρονομικῷ δικαίῳ πρότερον τοῦ δηλουμένου αὐτοῦ πατρὸς Αὐρηλίου Διδύμου ὡς καθήκει, καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ Γερμανικοῦ Μεγίστου καὶ ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Τῦβι ϛ. Αὐρήλιος Ἀπολλώνιος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκιται. Αὐρήλιος Σαραπίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Ἀσκληπιάδης βιβλιοφύλαξ σεσημείωμαι. ὑποθήκη Σαραπίωνος χαλκέως.