Ancient Greek
P.Oxy. 61 4119
Documentary Papyri, P.Oxy. 61 4119
Not analysed yet
παρὰ Καλπουρνίου Ὡρίωνος τοῦ κρατίστου ὑπομνηματογράφου. ἀπεστάλη Σαραπίων γυμνασίαρχος συναγαγεῖν παρʼ ὑμῖν εἰς τὴν καταπεμπομένην ἀγορὰν τοῖς γενναιοτάτοις στρατιώταις κατὰ κέλευσιν τοῦ κυρίου μου ἡγεμόνος ἐν χοίροις ὅσοις ἐὰν παράσχητε κατὰ τὴν τεταγμένην ἑκάστῃ κωμῃ ποσότητα. ταῦτα ἐξαυτῆς συναγαγόντες ἀπὸ τῶν ἐχόντων ἀναγάγετε μετὰ τῶν δεσποτῶν λιτρισθησόμενα σὺν τῷ δικαίῳ ὑπʼ ἐμοῦ λημψόμενοι τὴν τιμὴν ἐπὶ συντιμήσεως, εἰδότες ὅτι ἐὰν βραδυτής τις περὶ τοῦτο γένηται ὡς ἐνεδρεύσαντες τὴν στρατιωτικὴν ἀγορὰν πεμφθήσεσθε ἐπὶ τὸ μέγεθος αὐτοῦ κολασθησόμενοι. κωμάρχαις καὶ δημοσίοις τῶν ὑπογεγραμμένων κωμῶν. …